Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.1 Dem. 61.3 (English) >>Dem. 61.6

61.2περὶ τοῦτʼ ἔστιν· δʼ ἄλλος λόγος τὰ μὲν αὐτὸν ἐπαινεῖ τὸν νεανίσκον, τὰ δʼ αὐτῷ συμβουλεύει περὶ παιδείας τε καὶ προαιρέσεως τοῦ βίου. πάντα δὲ ταῦτα γέγραπται τὸν τρόπον ὅν τις ἂν εἰς βιβλίον καταθεῖτο. τοῖς μὲν γὰρ λεκτικοῖς τῶν λόγων ἁπλῶς καὶ ὁμοίως οἷς ἂν ἐκ τοῦ παραχρῆμά τις εἴποι πρέπει γεγράφθαι, τοῖς δʼ εἰς τὸν πλείω χρόνον τεθησομένοις ποιητικῶς καὶ περιττῶς ἁρμόττει συγκεῖσθαι· τοὺς μὲν γὰρ πιθανούς, τοὺς δʼ ἐπιδεικτικοὺς εἶναι προσήκει. ἵνʼ οὖν μὴ παρὰ τὸν λόγον σοι λέγω, μηδʼ γιγνώσκω περὶ τούτων αὐτὸς διεξίω, πρόσεχʼ ὡς αὐτοῦ τοῦ λόγου ἤδη ἀκουσόμενος, ἐπειδὴ καὶ αὐτὸς ἥκει, ὃν ἠβουλήθην ἀκούειν, Ἐπικράτης.

61.3ὁρῶν ἐνίους τῶν ἐρωμένων καὶ κάλλους μετεσχηκότων οὐδετέρᾳ τῶν εὐτυχιῶν τούτων ὀρθῶς χρωμένους, ἀλλʼ ἐπὶ μὲν τῇ τῆς ὄψεως εὐπρεπείᾳ σεμνυνομένους, τὴν δὲ πρὸς τοὺς ἐραστὰς ὁμιλίαν δυσχεραίνοντας, καὶ τοσοῦτον διημαρτηκότας τοῦ τὰ βέλτιστα κρίνειν ὥστε διὰ τοὺς λυμαινομένους τῷ πράγματι καὶ πρὸς τοὺς μετὰ σωφροσύνης πλησιάζειν ἀξιοῦντας δυσκόλως διακειμένους, ἡγησάμην τοὺς μὲν τοιούτους οὐ μόνον αὑτοῖς ἀλυσιτελῶς ἔχειν, ἀλλὰ καὶ τοῖς ἄλλοις μοχθηρὰς συνηθείας ἐνεργάζεσθαι, 61.4τοῖς δὲ καλῶς φρονοῦσιν οὐκ ἐπακολουθητέον εἶναι τῇ τούτων ἀπονοίᾳ, μάλιστα μὲν ἐνθυμουμένοις ὅτι τῶν πραγμάτων οὔτε καλῶν οὔτʼ αἰσχρῶν ἀποτόμως ὄντων, ἀλλὰ παρὰ τοὺς χρωμένους τὸ πλεῖστον διαλλαττόντων, ἄλογον μιᾷ γνώμῃ περὶ ἀμφοτέρων χρῆσθαι, ἔπειθʼ ὅτι πάντων ἀτοπώτατόν ἐστιν ζηλοῦν μὲν τοὺς πλείστους φίλους καὶ βεβαιοτάτους ἔχοντας, ἀποδοκιμάζειν δὲ τοὺς ἐραστάς, μόνον ἴδιον ἔθνος οὐχ ἅπασιν ἀλλὰ τοῖς καλοῖς καὶ σώφροσιν οἰκειοῦσθαι πέφυκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.1 Dem. 61.3 (English) >>Dem. 61.6

Powered by PhiloLogic